Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.337 Joseph. AJ 6.341 (English) >>Joseph. AJ 6.345

6.339ἔχουσα δὲ μόσχον ἕνα συνήθη καὶ τῆς κατʼ οἶκον ἐπιμελείας καὶ τροφῆς ἀξιούμενον ὑπʼ αὐτῆς, ὡς γυνὴ χερνῆτις καὶ τούτῳ μόνῳ προσαναπαυομένη τῷ κτήματι, κατασφάξασα τοῦτον καὶ τὰ κρέα παρασκευάσασα τοῖς οἰκέταις αὐτοῦ καὶ αὐτῷ παρατίθησι. καὶ Σαοῦλος μὲν διὰ τῆς νυκτὸς ἦλθεν εἰς τὸ στρατόπεδον. 6.340

Δίκαιον δὲ ἀποδέξασθαι τῆς φιλοτιμίας τὴν γυναῖκα, ὅτι καίπερ τῇ τέχνῃ κεκωλυμένη χρήσασθαι ὑπὸ τοῦ βασιλέως, παρʼ ἧς ἂν αὐτῇ τὰ κατὰ τὸν οἶκον ἦν ἀμείνω καὶ διαρκέστερα, καὶ μηδέποτε αὐτὸν πρότερον τεθεαμένη οὐκ ἐμνησικάκησε τῆς ἐπιστήμης ὑπʼ αὐτοῦ καταγνωσθείσης, οὐκ ἀπεστράφη δὲ ὡς ξένον καὶ μηδέποτε ἐν συνηθείᾳ γεγενημένον, 6.341ἀλλὰ συνεπάθησέ τε καὶ παρεμυθήσατο καὶ πρὸς διέκειτο λίαν ἀηδῶς προετρέψατο, καὶ τὸ μόνον αὐτῇ παρὸν ὡς ἐν πενίᾳ τοῦτο παρέσχεν ἐκτενῶς καὶ φιλοφρόνως, οὔθʼ ὑπὲρ εὐεργεσίας ἀμειβομένη τινὸς γεγενημένης οὔτε χάριν μέλλουσαν θηρωμένη, τελευτήσοντα γὰρ αὐτὸν ἠπίστατο, φύσει τῶν ἀνθρώπων πρὸς τοὺς ἀγαθόν τι παρεσχημένους φιλοτιμουμένων, παρʼ ὧν ἂν δύνωνται λαβεῖν ὄφελος τούτους προθεραπευόντων. 6.342καλὸν οὖν ἐστι μιμεῖσθαι τὴν γυναῖκα καὶ ποιεῖν εὖ πάντας τοὺς ἐν χρείᾳ γενομένους καὶ μηδὲν ὑπολαμβάνειν ἄμεινον μηδὲ μᾶλλόν τι προσήκειν τῷ τῶν ἀνθρώπων γένει τούτου μηδʼ ἐφʼ τὸν θεὸν εὐμενῆ καὶ χορηγὸν τῶν ἀγαθῶν ἕξομεν. καὶ τὰ μὲν περὶ τῆς γυναικὸς ἐν τοσούτοις ἀρκεῖ δεδηλῶσθαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.337 Joseph. AJ 6.341 (English) >>Joseph. AJ 6.345

Powered by PhiloLogic